Κυριακή, 27 Ιουνίου 2010

Χαιρετισμοί Αγίων Θεοπατόρων Ιωακείμ και Άννης

Κοντάκιον, ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ
Ἰωακεὶμ καὶ Ἄνναν σήμερον τιμήσωμεν, τοὺς ἐκτεκότας παρθενίας τὸ κειμήλιον, τὴν Παρθένον, τὴν κοσμήσασα σωφροσύνη, τους ἀνθρώπους, τὸν σπορέα γὰρ ἐκτέτοκε, τῆς ἁγνοίας, τοῦ Θεοῦ Λόγου τὸν Ἄναρχον, καὶ βοήσωμεν· Θεοπάτορες χαίρετε.

Ἄνω τὰς διανοίας, καλῶς ἄνθρωποι σχῶμεν, σὺν πάσῃ εὐλαβείᾳ καὶ πόθῳ (γ΄). Ὑμνῆσαι καὶ γὰρ μέλπομεν νῦν, Ἰωακεὶμ καὶ Ἄνναν τοὺς Θεοπάτορας, διὸ ἁγνοῖς ἐν χείλεσι βοήσωμεν αὐτοῖς εἰπόντες·
Χαίρετε οἱ γονεῖς τῆς Παρθένου·
χαίρετε τοῦ Θεοῦ οἱ πατέρες.
Χαίρετε τῆς Εὔας τὸ ὄνειδος ἄραντες·
χαίρετε ζωῆς ὡς τὴν αἴτιον τέξαντες.
Χαίρετε χαρᾶς πρωταίτιοι, Ἄννα καὶ Ἰωακείμ·
χαίρετε τίκτοντας χάριτι, τὴν πηγὴν τῶν ἀγαθῶν.
Χαίρετε ὑφ’ ὧν ἄνθος τὸ ἀμάραντον ἔφυ·
χαίρετε δι’ ὧν πύλη οὐρανῶν διηνοίγη.
Χαίρετε Ἅγιοι χαριτώνυμοι·
χαίρετε δίκαιοι οἱ παμπόθητοι.
Χαίρετε αἰδέσιμοι ἐν Ἁγγέλοις·
χαίρετε σεβάσμιοι πάσῃ κτίσει.
Θεοπάτορες χαίρετε.

Βλέπων ἁγιωσύνης, ὑμῶν ὕψος τὸ μέγα, χωρῆσαι δειλιῶ πρὸς τὸν ὕμνον· ἐν θεοῖς γὰρ πέλετε θεοί, οὐκοῦν με θάρσους πληρώσατε, ὅπως ἄν ἀξίως ἐπαινέσωμαι ὑμᾶς, Θεῷ δὲ ᾆσαι ὕμνον·
Ἀλληλούϊα.

Γνῶσιν σχόντες ἁγίαν, ἐν καρδίᾳ οἱ θεῖοι, ἐβόησαν πρὸς τὸν Παντογνώστην ἐν κλαυθμῷ καὶ ἐν πίστει πολλῇ πρὸς οὕς ἐπακούσας ὁ Θεός, δέδωκεν αὐτοῖς καρπὸν πανευκλεῆ, τὴν Παρθένον, πρὸς ἤν βοῶμεν·
Χαῖρε ὁ γόνος Θεοπατόρων·
χαίρε θαυμάτων τὸ μέγα θαῦμα.
Χαῖρε σωτηρίαν πιστοῖς ἀνατείλασα·
χαῖρε ἡ λευκάνασα κτίσιν τῇ χάριτι.
Χαῖρε Νύμφη ἀπειρόγαμε, τέξασα τὸν Λυτρωτήν·
χαῖρε μόνη ἡ ἑνώσασα γῆν τε καὶ τὸν οὐρανόν.
Χαῖρε ὄρος τὸ μέγα Δανιὴλ ὁ προεῖδε·
χαῖρε ἐξ ἧς ἐτμήθη ὁ ἀκρόγωνος λίθος.
Χαῖρε λαβὶς τὸν ἄνθρακα φέρουσα·
χαῖρε ὁλκὰς πιστοὺς διασώζουσα.
Χαῖρε παστάς, οὐρανῶν πλατυτέρα·
χαῖρε Σιὼν μυστικὴ Θεοτόκε.
Χαῖρε πάντων Βασίλισσα.

Δυὰς τιμιωτάτη, Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε, σαφῶς ἐκτεκόντες τὴν ἀμόλυντον περιστεράν, τὸν Χριστὸν γεννήσασαν, ἱλασμὸν ἡμῖν καὶ ἔλεον, ἐξ οὗ ἡ σωτηρία πάσῃ κτίσει, ᾧ βοῶμεν·
Ἀλληλούϊα.

Ἔφη ὁ Πατριάρχης, Ἰακὼβ Θεοτόκε, τὴν ἔκβασιν τοῦ σοῦ μυστηρίου, κλίμακα ὁρῶν προφητικῶς· οὐκ ἐστι τόπος οὗτος, ἤ οἶκος Θεοῦ, ἥν ἐναργῶς ὁρῶντες νῦν ἡμεῖς, βοῶμεν τοῖς γονεύσι σου τοιάδε·
Χαίρετε θρόνου Θεοῦ τεκόντες·
χαίρετε πίστεως πήξαντες στήλην.
Χαίρετε βλαστήσαντες ῥόδον τῆς χάριτος·
χαίρετε ἀνθήσαντες κρίνον ἀμάραντον.
Χαίρετε τεκόντες κλίμακα, νοητὴν τοῦ Ἰακώβ·
χαίρετε δι’ ἧς ἡ ἄνοδος, γέγονεν εἰς οὐρανούς.
Χαίρετε Ἀαρὼν φύσαντες θείαν ῥάβδον·
χαίρετε τοῦ Ὑψίστου ναὸν δείμαντες θεῖον.
Χαίρετε πύλης ζωῆς γεννήτορες·
χαίρετε κλίνην Θεοῦ κυήσαντες.
Χαίρετε φύσαντες περιστερὰν Νῶε·
χαίρετε παῦλαν κατακλυσμοῦ θέντες.
Θεοπάτορες χαίρετε.

Ζωηρᾷ γῆ πραέων, ὁ Ἀδὰμ σὺν τῷ γένει, σκηνώσας ἐντρυφᾷ χαρμοσύνως, ἀπωσμένος τὴν πάλαι φθορὰν καὶ γὰρ πάντας ἀπήλλαξε στενώσεως, ὁ τόκος ὑμῶν Ἅγιοι, διὸ Θεῷ βοῶμεν ὕμνον·
Ἀλληλούϊα.

Ἡ τε γῆ καὶ τὰ ἄνω, σὺν ἡμῖν νῦν κροτεῖτε, ἀνέτειλε χαρὰ γὰρ τοῖς πᾶσι, ἐκ τῶν Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καταγγέλλουσα θεόθεν σωτηρίαν· ὅθεν τούτοις βοήσωμεν πόθῳ·
Χαίρετε δι’ ὧν ὁ Ἀδὰμ χαίρει·
χαίρετε δι’ ὧν γήθει τὸ γένος.
Χαίρετε ὑφ’ ὧν χαρὰ ἐξανέτειλε·
χαίρετε δι’ ὧν φθορὰ ἐξωστράκισται.
Χαίρετε χώραν γεννήσαντες τὴν εὐρύχωρον Θεοῦ·
χαίρετε χῶρον εὐφρόσυνον, ἑτοιμάσαντες ψυχῶν.
Χαίρετε θεοδόχον οἱ γεννήσαντες σκῆνος·
χαίρετε μυροδόχον ἐκτέκοντες ἀγγεῖον.
Χαίρετε χάριτος οἱ διάκονοι·
χαίρετε φέρτεροι ἐν γεννήτορσιν.
Χαίρετε ἀρωμάτων θεῖαι φιάλαι·
χαίρετε τὸν τόκον ὀσμὴν ἐκχύντες.
Θεοπάτορες χαίρετε.

Θεοπόθητον ζεῦγος, ξυνωρὶς πανολβία, μακάριοι ὑμεῖς ἐν γονεῦσι. Τοῦ Θεοῦ τὴν Μητέρα καὶ γάρ, ἐκτετόκατε ὡς ἀληθῶς ἀγχιστείᾳ· ὅθεν νῦν σεμνύνεσθε Κυρίου, διόπερ βοᾶτε·
Ἀλληλούϊα

Ἴδοιμί σε Μαρία τοῦ Θεοῦ τὴν Μητέρα, τὸν γόνον Ἰωακεὶμ καὶ τῆς Ἄννης, ὀφθαλμοῖς τοῦ νοὸς ὁ οἰκτρός, καὶ πικρίας αἰσχίστων παθῶν, θᾶττον λυτρωθήσομαι σὸς δοῦλος καὶ βοήσωμαί σοι Κόρη·
Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων·
χαῖρε Κυρία παντὸς τοῦ κόσμου.
Χαῖρε τῆς πεσούσης ψυχῆς μου ἀνέγερσις·
χαῖρε τῆς φθαρείσης ψυχῆς μου τὸ ἴαμα.
Χαῖρε βάθος ἀθεώρητον, εὐσπλαγχνίας τοῦ Θεοῦ·
χαῖρε πλάτυσμα εὐρύχωρον περιέχον τοὺς πιστούς.
Χαῖρε Κυριοτόκε Μαριὰμ γλυκυτάτη·
χαῖρε τῶν Ὀρθοδόξων εὐσυμπάθητος Μήτηρ.
Χαῖρε λαβίς, τὸν Μόσχον σιτίζουσα·
χαῖρε πιστοῖς, πλουσίως ἑκάστοτε.
Χαῖρε δι’ ἧς ἱλασμὸς διεχύθη·
χαῖρε δι’ ἧς πλημμυρεῖ πάσα χάρις.
Χαῖρε κόσμον ἡ σώσασα.

Κήρυκες τοῦ μεγάλου, δράματος γεγονότες, ἐνθέως διανοίξωμεν στόμα, διηγούμενοι τὴν θαυμαστήν, Ἰωακείμ τε καὶ τῆς Ἄννης σύλληψιν, ἐξ ὧνπερ ὁ σωτήριος τόκος ἐτέχθη διδάξαι·
Ἀλληλούϊα.



Λάμπει πλέον ἡλίου, ἡ θεία ὑμῶν μνήμη, φωτὶ παρθενικοῦ ὑμῶν τόκου, μέγιστε ἥλιε Ἰωακείμ, σὺν σελήνῃ Ἄννῃ τῆ σοφῇ θείως ὡραΐζουσα τὰ πλήθη, βοῶντα ὕμνους τοὺς δὲ πίστει·
Χαῖρετε πάντων καλῶν αἴτιοι·
χαίρετε θάλπος ψυχῶν τέξαντες.
Χαίρετε Χριστοῦ μου οἱ θεῖοι Προπάτορες·
χαίρετε Παρθένου γεννήτορες τίμιοι.
Χαίρετε σοὶ σεμνυνόμενοι, ἀγχιστείᾳ Πλαστουργοῦ·
χαίρετε οἱ καλλυνόμενοι τοκετοῦ τῇ καλλονῇ.
Χαίρετε σωτηρίαν τὴν ἐμὴν ἐκτεκόντες·
χαίρετε ἀφθαρσίαν με ἐνδύσαντες θεῖον.
Χαίρετε πάντων Ἁγίων πρόκριτοι·
χαίρετε παῖδα Θεοῦ ὡς τέξαντες.
Χαῖρε Ἰωακεὶν ἥλιε θεῖε·
χαῖρε Ἄννα σοφή, χρυσῆ σελήνη.
Θεοπάτορες χαίρετε.

Μόνη ἐκ σῶν αἱμάτων, τῆς θεότητος σάρκα ἐξύφανας Ἁγνὴ Θεοτόκε, ἥν φορέσας ὁ Λόγος ἐλθών, τοῦ Ἀδὰμ ἐκάλυψε τὴν γύμνωσιν· ὅθεν σε μακαρίζομεν, τὴν Σώτειραν τοῦ Γένους, βοώντες ·
Ἀλληλούϊα.

Νοερῶς ἐντρυφῶντες δωρεαῖς ταῖς ἀῤῥήτοις, ἅς χάριτι ἐλάβομεν πάντες, μακαρίσωμεν Ἰωακείμ, καὶ τὴν θείαν Ἄνναν τοὺς Θεοπάτορας ὡς πρωταιτίους τούτων τε, καὶ εἴπομεν αὐτοῖς σὺν πόθῳ·
Χαίρετε ζωοπάροχοι κρῆναι·
χαίρετε ὀλβιόδοτοι πόροι.
Χαίρετε λαμπάδα τοῖς σκότῳ ἀνάψαντες·
χαίρετε τροφὸν τοῖς λιμώττουσι τέξαντες.
Χαίρετε δι’ ὧν δεδώρηται ἄνεσις παρὰ Θεοῦ·
χαίρετε δι’ ὧν αἱ χάριτες διεχύθησαν πιστοῖς.
Χαῖρε δι’ ὧν δρόσος ἡ Θεόπαις ἐτέχθη·
χαίρε δι’ ὧν κούφη ἡ νεφέλη ἐφάνη.
Χαίρετε καλῶν τὴν κρήνην τέξαντες·
χαίρετε αὐγὴν Θεοῦ ἀστράψαντες.
Χαίρετε οὗν ἱερώτατον ζεῦγος· χαίρετε δὴ ξυνωρὶς πανολβία.
Θεοπάτορες χαίρετε.

Ξένον τόκον ἰδόντες, τὴν Θεόπαιδα Κόρην, φύλαι νῦν προσκυνήσωμεν πᾶσαι· καὶ γὰρ ἐν αὐτῇ ὁ ὑψηλὸς Θεός, ἐσκήνωσεν ὅλως, γενόμενος ἄνθρωπος, φθορᾶς ὅπως λυτρώσηται τὸ γένος, μὴ γνὸν προσάδειν·
Ἀλληλούϊα.

Ὅλως χαριτωμένον, ὅλως ἡγιασμένον, ὑπάρχεις ὦ μακάριον ζεῦγος· καὶ γὰρ ἐν τῷ θείῳ τόκῳ σου, τὸ πέρας ἔλαβον αἱ προαιώνιοι βουλαὶ αἱ τοῦ Ὑψίστου, ἐν ᾧ καὶ ἡμεῖς βοῶμεν ταῦτα·
Χαῖρε τὸ ζεῦγος Θεῷ τὸ φίλον·
χαῖρε τὸ πᾶσι πεφιλημένον.
Χαῖρε τοῦ Ὑψίστου βουλαὶ ὦ πεπλήρωνται·
χαῖρε προφητεῖαι ἐν ὦ διεσάφηνται.
Χαῖρε Κτίστην τὴν βαστάσασαν, μόνην κτίσασα θαυμαστῶς·
χαῖρε Λόγου τὸ Παλάτιον, τὸ δομῆσαν ἀληθῶς.
Χαῖρε Τριάδος θρόνον, ἡλιόμορφον πῆξαν·
χαῖρε Μονάδος γνῶσιν, τὴν μυοῦσαν τὸ δῆμαν.
Χαῖρε πηροῖς, τὸ δὸν τὴν ἀνάβλεψιν·
χαῖρε τὸ σχόν, τὴν σχοῦσαν τὸν Κύριον.
Χαῖρε χρυσῆν τὴν ἠὼ ἀνατεῖλαν·
χαῖρε Θεοῦ κιβωτὸν θείαν τεῦξαν.
Χαῖρε ζεῦγος μακάριον.

Πᾶσαι Ἀγγέλων τάξεις, Πατριαρχῶν οἱ δῆμοι, Μαρτύρων, Προφητῶν, Ἀποστόλων, ἐν τῇ μνήμῃ σκιρτήσατε τῶν γεννητόρων σήμερον τῆς Θεόπαιδος, καὶ σὺν αὐτῇ καὶ τούτοις τε, λαμπρύνατε τὰ πλήθη βοῶντα·
Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους, νῦν ἀφώνους ἰχθύας, ὁρῶμεν ὑμῶν τῷ θείῳ τόκῳ, ἀποροῦσι γὰρ λέγεις τὸ πῶς, καὶ Παρθένος μένει, καὶ τεκεῖν ἴσχυσεν, ἡμεῖς δὲ προσκυνοῦντες τὸ μυστήριον αὐτῇ βοῶμεν·
Χαῖρε δι’ ἧς Θεὸς πλαστουργεῖται·
χαῖρε δι’ ἧς ἀρὰ ἐξωθεῖται.
Χαῖρε δι’ ἧς κάτω Θεὸς καταβέβηκεν·
χαῖρε δι’ ἧς ἄνω βροτοὶ ἀνηνέχθημεν.
Χαῖρε δι’ ἧσπερ ἐλύθησαν μωρολόγων αἰ πλοκαί·
χαῖρε δι’ ἧσπερ ἐθραύσθησαν μίτοι οἱ σοφιστικοί.
Χαῖρε ἡ συνδεμοῦσα, σὺν τοῖς ἄνω τὰ κάτω·
χαῖρε διακρατοῦσα, ἐν ταυτῷ γῆς τὰ ἄκρα.
Χαῖρε δι’ ἧς, Ἀνάστασις δέδοται·
χαῖρε δι’ ἧς, Σταυρὸς κρατεῖ πέρασι.
Χαῖρε δι’ ἧσπερ σκιρτῶσι προφῆται·
χαῖρε δι’ ἧς γάνυνται πατριάρχαι.
Χαῖρε πάντων Βασίλισσα.

Σωτηρίαν τεκόντες, τὴν Ἁγίαν Παρθένον, αἰτήσασθε ἡμῖν σωτηρίαν, σὺν αὐτῇ καὶ ἁγίοις λοιποῖς, καὶ γὰρ αὕτη τὸν Σωτῆρα ἐσωμάτωσε, εἰς σωτηρίαν ἅπασι τοῖς πίστει κράζουσι τὸν ὕμνον·
Ἀλληλούϊα.

Τὴν Παρθένον εἰδότες, ἐκ τῆς στείρας, φυεῖσαν ὡς βιβλίον, ἐγγραφῶμεν οὖν πάντες, εὐσεβείᾳ κοσμηθέντες καὶ γὰρ αὕτη βίβλος ζωῆς προσηγόρευται, ὡς τὴν ζωὴν κυήσασα, καὶ κράξομεν δικαίοις ταῦτα·
Χαίρετε βίβλον ζωῆς τεκόντες·
χαίρετε τόμον καινὸν οἱ δόντες.
Χαίρετε ἐν ᾧ Πατρὸς Λόγος ἐγγέγραπται·
χαίρετε μυστήριον, ἐν ᾧ καὶ πεπλήρωκε.
Χαίρετε Ἅδην κενώσαντες, παραδόξῳ τοκετω·
χαίρετε ἄνω πληρώσαντες, τὰς μονὰς τῶν οὐρανῶν.
Χαίρετε τὴν τὸν ὄφιν, καθελοῦσαν τεκόντες·
χαίρετε οἱ φύσαντες τὴν ζοοῦσαν τὰ πάντα.
Χαίρετε κόσμον εὑεργετήσαντες·
χαίρετε Σώτειραν ὡς γεννήσαντες.
Χαίρετε δόντες τὸν τόκον ὁλκάδα·
χαίρετε ναῦν τὴν Ἁγνὴν παρασχόντες.
Θεοπάτορες χαίρετε.

Ὕμνος ἅπας ἡττᾶσθαι, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει ὦ δυὰς ἀρετῶν σου· καὶ γὰρ μείζονα ταύτῃ σοὶ τῆς τιμῆς, οὐκ εἶχε δοῦναι ὁ Θεὸς Ἅγιοι, εἰ μὴ Πατέρας ἑαυτοῦ ποιήσασθαι ὑμᾶς, κράξωμεν ὅθεν·
Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, σὲ καὶ μόνην Παρθένε, φωτίζουσαν ὁρῶμεν τὰ πλήθη. Θυγατέρες γὰρ φησὶ πολλαί, ἐποίησαν δύναμιν, ἀλλὰ σὺ Ἄχραντε ὑπέρκεισαι, ἁπάσας τε καὶ ὑπερῆρας· ὅθεν ἀκούεις·
Χαῖρε ἡ ὑπερέχουσα κάλλει·
χαῖρε ἡ διεξέχουσα δόξῃ.
Χαῖρε φλογερῶν οὐσιῶν προεξάρχουσα·
χαῖρε δευτερεῖα Τριάδος κατέχουσα.
Χαῖρε δόξῃ ὑπεράρασα, πάντας τοὺς τῆς Παλαιᾶς·
χαῖρε ὕψει ἁγιότητος, ἅμα καὶ τοὺς τῆς Καινῆς.
Χαῖρε ἡ δεξιόθεν, τῷ Υἱῷ ἱσταμένη·
χαῖρε οἰάπερ Μήτηρ, σὺν αὐτῷ ἡ κρατοῦσα.
Χαῖρε Ῥεββέκας μᾶλλον φιλότεκνος·
χαῖρε πασῶν καὶ πάντων, ἐξάρχουσα.
Χαῖρε λοιπὸν ἡγεμὼν Θεοτόκε·
χαῖρε ἡμῶν Στρατηγὶς νοουμένη.
Χαῖρε πάντων Βασίλισσα.

Χάριν τὴν θείαν Ἄνναν, οἶδε προσαγορεύειν, τοῦ Πνεύματος ἡ χάρις ἡ θεία, καὶ τὸν Ὅσιον Ἰωακείμ, οἵ καὶ ἑνωθέντες, τὴν χαρὰν ἔτεκον, τοῦ κόσμου τὴν παγκόσμιον, δι’ ἧς χαίροντες ὕμνον βοῶμεν·
Ἀλληλούϊα.

Ψάλλομεν διανοίᾳ, συνετῶς ἐν εὐρύθμῳ, κατάλληλον εὑρόντες τὸν αἶνον, ἐπιμείνωμεν μὴ τοῖς ταπεινοῖς, καὶ γὰρ πάνυ πέλει ὑψηλὸν ζεῦγος τοῦτο τὸ ἁγιόλευκτον. Βοήσωμεν λοιπὸν συμφώνως·
Χαίρετε ζεῦγος Παρθενοτόκον ·
χαίρετε φύσαντες τὴν Θεοτόκον.
Χαίρετε ἐγκώμιον πάσης τῆς κτίσεως·
χαίρετε τῆς φύσεως ὄντως ὡράϊσμα.
Χαίρετε στήλην οἱ στήσαντες, ἐν τῶ κόσμῳ τὴν λαμπράν·
χαίρετε Παρθένον τέξαντες, τὴν ἐξάρχουσαν αὐτήν.
Χαίρετε ἐν τω τόκῳ ὑμῶν ἄραντες ἔχθραν·
χαίρετε δι’ ὧν κόσμος πολλὴν εὗρε τὴν χάριν.
Χαίρετε ζεῦγος κοσμοχαρμόσυνον·
χαίρετε Δίκαιοι ἡλιόμορφοι.
Χαίρετε, Πλάστης, οἷς ἤδεται πάνυ·
χαίρετε νόες οὕς σφόδρα τιμῶσι.
Θεοπάτορες χαίρετε.

Ὦ Δυὰς μακαρία, τῆς Παρθένου γενέται, σοφὲ Ἰωακεὶμ σὺν τη Ἄννῃ (γ΄), τὸ εφὐμνιον τὸδ’ εὐτελές, προσδεξάμενοι, Θεὸν ἱκετεύσατε, τοῦ παμφάγου πυρὸς ὅπως ῥύσηται τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.

Έκδοσις Ι. Ν. Αγ. Αννης Κατερίνης, 1999. Ιστοσελίδα ναού: http://www.agiaanna.net/


Μεγαλυνάριον τῶν Θεοπατόρων.
Τὸ λαμπρὸν τῆς δόξης ὡράϊσμα, τὸ τῆς Παρθενίας, ἔφυ θεῖον ἀπάνθισμα, νῦν ἐκ τῶν Δικαίων Ἰωακεὶμ καὶ Ἄννης, ἡ πάναγνος Μαρία, ἥν μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου