Παρακλητικός Κανόνας

ΜΝΗΜΟΝΕΥΣΗ ΟΝΟΜΑΤΩΝ (υπέρ ευτεκνίας, ευτοκίας και καλλιτεκνίας)

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΘΕΟΠΑΤΟΡΑΣ
ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑΝ

Ο Ιερεύς∙ Ευλογητός ο Θεός...
Ο αναγνώστης∙ Αμήν.
Ψαλμός ρμβ΄

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Και ευθύς το, Θεός Κύριος, εξ εκατέρων των χορών, ως εξής: 

 Ηχος δ΄.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.


Είτα τα παρόντα Τροπάρια.

Ήχος  πλ.α'  (Τον Συνάναρχον Λόγον.)
  δυάς ἡ ἁγία καί θεοτίμητος,* Ἰωακείμ καί ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς,* ἀνυμνείσθωσαν φαιδρῶς, ἀσμάτων κάλλεσιν•* οὗτοι γάρ ἔτεκον ἠμίν,* τήν τεκοῦσαν ὑπέρ νοῦν, τόν ἄσαρκον βροτωθέντα,* εἰς σωτηρίαν τοῦ κόσμου•* μεθ’ἤς πρεσβεύουσι σωθῆναι ἠμᾶς.

Ήχος β΄.
Των δικαίων Θεοπατόρων, Κύριε, την μνήμην εορτάζοντες, δι’ αυτών σε δυσωπούμεν. Σώσον τας ψυχάς ημών .

 Ηχος δ΄ (Ο Υψωθείς εν τω Σταυρώ.)
Ιωακείμ του θαυμαστού και της Άννης, των παραδόξως την Παρθένον τεκόντων, πίστει ημείς δεόμεθα κραυγάζοντες∙ ρύσασθε Προπάτορες , του Σωτήρος εκ νόσων, θερμαίς υμών δεήσεσι, πειρασμών και κινδύνων, και ταίς γαστρί εχούσαις γυναιξί, την ευτοκίαν ταχέως δωρήσασθε.
Δόξα.  Και νυν

Θεοτοκίον. 
Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι ειμή γαρ σύ προΐστασο πρεσβεύουσα, τίς ημας ερρύσατο, εκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν έως νύν ελευθέρους ούκ αποστώμεν Δέσποινα εκ σου σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Αναγνώστης (χύμα).
Ψαλμόν ν΄ (50).
Ελέησον με, ο Θεός, κατά το μέγα έλεος σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιον μου έστι διαπαντός.
Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις οσυ και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι.
Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψης με από του προσώπου σου και το πνεύμα σου το άγιον μη αντανέλης απ΄εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.
Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.
Τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

Ωδή Α΄. Ήχος Πλ. Δ΄. (Υγράν διοδεύσας.)

Τους αξιωθέντας τεκείν εν γη, την υψηλοτέραν , ασυγκρίτως των Σεραφείμ, Ιωακείμ και Άνναν τους ενθέους, εκδυσωπείν υπέρ ημών ικετεύσωμεν.

Ολοτρόπω νεύσει προς τον Θεόν, προσέχοντες όντως, οι Προπάτορες του Χριστού, εκύησαν φύσεως τοίς νόμοις, την Θεότόκον, ην δυσώπειν ου παυόμεθα.

Υπερτέραν ζώντες ήδη ζωήν, εν αφθάρτω βίω, ικετεύσατε τον Θεόν, Ιωακείμ και Άννα, παρασχείν μοι, τω τεθλιμμένω χαράν υπερκόσμιον.

Θεοτοκίον.

Σαρκός μου τα πάθη τα χαλεπά, αίτησαι σον Τόκον, θανατώσαι , ω Μαριάμ, και νεκρόν με όντα αμαρτίαις, αναζωώσαι ως φύσει φιλάνθρωπος.

Ωδή Γ΄. (Συ ει το στερέωμα.)

Στειρεύουσα, Ένθεε, τεκείν ως Κτίστην, ικεύτευες, ούτω και νύν, δυστοκίας πάσης , τας εγκύους απάλλαξον.

Ο χάριν την ένθεον, τεκείν πλουτήσας Θεόπαιδα, Ιωακείμ, πρέσβευε Κυρίω, λυτρωθήναι κινδύνων με..

Υμνους νυν προσάξωμεν, προς τους Θεόπαιδα τέξαντας, Ιωακείμ, και Άνναν την θείαν, και πιστώς μακαρίσωμεν..

Θεοτοκίον

Σε πλουτούντες στήριγμα, και προστασία, Πανάχραντε, των πειρασμών, και δεινών παντοίων , εκλυτρούμεθα τάχιον.

Ωδή Δ΄(Εισακήκοα Κύριε)

Γηθοσύνως γεραίρομεν, και πιστώς νυνί ικετεύομεν, του Σωτήρος τους Πρπάτορας, ίνα λυτρωθώμεν πάσης θλίψεως.

Οι Σωτήρος Προπάτορες, Άννα και Ιωακείμ οι Θεόληπτοι, αυτώ δέησιν προσάξατε, πάσης ημάς ρύσασθαι κακώσεως.

Νεκρωθέντα με πταίσμασι, και δεινοίς παντοίοι εξαναστήσατε, Θεοπάτορες Πανένδοξοι, και εις αφθαρσίαν οδηγήσατε.

Θεοτοκίον

Εν δεινοίς αμαρτήμασι, την ψυχήν μολύνας ο άθλιος, προς την σκέπην σου, Θεόνυμφε, καταφεύγω λύσιν εξαιτούμενος.

Ωδή Ε΄. (Φώτισον ημάς.)

Ιθυνον αεί, ξυνωρίς Θεομακάριστε, προς τα του Κυρίου προστάγματα, πάντα μου βίον, και προς φώς με καθοδήγησον.

Σώφρονι ζωή, ελλαμθέντες, Θεοπάτορες, πάντας σωφρονείν αξιώσατε, και καθαρότητος πληρώσατε.

Πάντας, Αγαθοί, αγαθότητος στειρεύοντας, θείω φέγγει ημάς λάμψατε, ως παρθενίας το αγλάϊσμα γεννήσαντες.

Θεοτοκίον

Ασπιλε Θεόν, η τεκούσα την καρδίαν μου, μολυνθείσαν πάθεσι συ αγίασον , αγιωτέρα των Αγγέλων ούσα, Πανάγνε.

Ωδή ΣΤ΄. (Ιλάσθητι μου).

Νενεκρωμένον τον νούν, εκ των κακών μου, Θεόληπτοι, υμών πρεσβείαι θερμαίς, ήδη αναστήσατε, και πάσης με ρύσασθε, θλίψεως και νόσου , και δεινών του πολεμήτορος.

Απώθου, ω ταπεινή, φορτία δυσβάστακτα, αμαρτιών και Χριστού , Προπάτορσι βόησον , αεί ενισχύειν σε, τον φόρτον βαστάζειν , του Χριστού τον ελαφρότατον.

Γενού μοι καταφυγή , ω Ξυνωρίς υπερθαύμαστε, των Προπατόρων Χριστού , και θεία αντίληψις, τη πασχούση δούλη σου , υπό δυστοκίας , ης απάλαξόν με δέομαι.

Θεοτοκίον
Νοσούντες και πειρασμοίς, δεινοίς αεί συνεχόμενοι, Παρθενομήτορ Αγνή, προς σε καταφεύγομεν, και πίστει βοώμεν∙ ρύσαι τους σούς δούλους, περιστάσεων και θλιψεων.

Διάσωσον , Ξυνωρίς θεία των Θεοπατόρων , Ιωακείμ και Άννης ημάς από θλίψεων , και νόσων , ταίς υμών ικεσίαις.

Και Θεοτοκίον. 

Άχραντε…

Ο Ιερεύς μνημονεύει∙ είτα το Κοντάκιον Ήχος Β

Ως μέγιστοι δύο αστέρες ηνέγκατε, την Αυγήν όντως την πάμφωτον, την τω κόσμω τον μέγαν Ήλιον εξανατείλασαν∙ διό συν Αυτή Αυτόν ικετεύσατε, Ιωακείμ και Άννα Θεόφρονες, σωθήναι τους πίστει υμάς γεραίροντας.

Είτα το Προκείμενον. Ήχος Δ΄.

Ώμοσε Κύριος τω Δαυΐδ αλήθειαν , και ου μη αθετήσει αυτήν∙ εκ καρπού της κοιλίας σου θήσομαι επί του θρόνου σου.

Στίχος . αγαλλιάσθαι , δίκαιοι εν Κυρίω∙ Τοις ευθέσι πρέπει αίνεσις

Ευαγγέλιον. Εκ του κατά Λουκάν (Η΄. 16-21).

Είπεν ο Κύριος∙ Ουδείς, λύχνον άψας, καλύπτει αυτόν σκεύει, ή υποκάτω κλίνης τίθησιν∙ αλλ’ επί λυχνίας επιτίθησιν, ίνα οι εισπορευόμενοι βλέπωσι το φώς. Ου γαρ εστι κρυπτόν , ο ου φανερόν γενήσεται∙ ουδέ απόκρυφον , ο ου γνωσθήσεται, και εις φανερόν έλθη. Βλέπετε ουν πως ακούετε∙ ος γαρ αν έχη, δοθήσεται αυτώ, και ός αν μη έχη ,και ο δοκεί έχειν αρθήσεται απ’ αυτόυ∙ Παρεγένοντο δε προς αυτόν η Μήτηρ και οι αδελφοί αυτού, και ούκ ηδύναντο συντυχείν αυτώ διά τον όχλον. Και απηγγέλθη αυτώ, λεγόντων∙ η μήτηρ σου και οι αδελφοί σου εστήκασιν έξω, ιδείν σε θέλοντες. Ο δε αποκριθείς είπε προς αυτούς. Μήτηρ μου και αδελφοί σου εισίν , οι τον λόγον του Θεού ακούοντες,και ποιούντες αυτόν.

Δόξα.
Ταίς των Θεοπατόρων πρεσβείαις…
intheopatoron.blogspot.com
Και νυν.

Ταίς της Θεοτόκου…

Στίχος. Ελεήμον, ελέησον με ο Θεός… Και το παρόν Προσόμοιον.

Ήχος Πλ. Β΄. (Μεταβολή των θλιβομένων)

Μεταβολή παντός κινδύνου , απαλλαγή παντοίων νόσων υπάρχουσα, Δυάς ευλογημένη, Ιωακείμ και Άννα, σώσατε πόλιν και λαόν, ταίς Υμών ενθέρμοις ικεσίαις, προς τον εκ Παρθένου γεννηθέντα, εκ πάσης ασθενείας και θλίψεως.

Το, Σώσον ο Θεός τονΛαόν σου κ.λ.π.

Ωδή Ζ΄. (Παίδες Εβραίων.)

Ελέους οι τέξαντες την βρύσιν, ω προπάτορες Χριστού του Ζωοδότου, ταίς πρεσβείαις Υμών, παύσατε ψυχάς νόσον, τους προς υμάς προσφεύγοντας, και τα πάθη της καρδίας.

Λάμψει Παροπάτορες Σωτήρος, του Υιού της Θεόπαιδος Μαρίας, καταυγάσατε νύν , ψυχάς των ανυμνούντων , και την υμών πανήγυριν μετά πόθου εκτελούντων.

Ιδε, Ιωακείμ θεόφρον, την ασθένειαν ψυχής μου της αθλίας, και εχθρών των δεινών, και πάσης άλλης βλάβης, ρύσαι με ταίς πρεσβείαις Σου , ιν’ αεί σε μακαρίζω.

Θεοτοκίον

Γένος, Παρθένε, ορθοδόξων, συνεχόμενον κινδύνοις τε και νόσοις, σοι προστρέχει θερμώς, και πίστει ανακράζει, σώσον με παναμώμητε, παναγίαις σου πρεσβείαις.

Ωδή Η΄. (Τον Βασιλέα)

Απεγνωσμένω, ω Ξυνωρίς μακαρία εκ του πλήθους παθών των ψυχοφθόρων, βίου εναρέτου, γενού μοι οδηγία.

Ιλεων, Άννα, τον Σωτήρα, γενέσθαι, ταίς πασχούσαις αει εκδυσώπει, και της δυστοκίας, αυτάς ελευθέρωσαι.

Νοσούντων πάντων, Θεοπάτορες θείοι, ιατρούς Υμάς αναγνωρίζων, πίστει καταφεύγω, υμών τη προστασία.

Θεοτοκίον

Ως ορθοδόξων η αντίληψις, Μήτερ, και βοήθεια, ελπίς τε και σκέπη, τον συ προσφυγόντα, σκέπασον, ω Παρθένε.

Ωδή Θ΄. (Κυρίως Θεοτόκον)

Παρθένου της Πανάγνου, Γεννήτορες όντες, τους εκτελούντας την μνήμην υμών, Πανένδοξοι δεινών παντοίων, λυτρωθήναι καθικετεύσατε.

Οικτήρατε, Πατέρες, της Αειπαρθένου, ως συμπαθείς εμέ τον ακάθαρτον, και λαμπηδόνων φωτός, του θείου εμπλήσατε.

Θεόν τον σαρκωθέντα, Ιωακείμ και Άννα, υπέρ ημών ικετεύειν μη παύσητε, του λυτρωθήναι κινδύνων , και νόσων και θλίψεων.

Θεοτοκίον

Ω Θεοτόκε Κόρη, σώσον τον σον δούλον, και εκ κινδύνων και νόσων απάλλαξον, ταίς μητρικαίς σου χρωμένη, πρεσβείαις Άσπιλε.

Το Άξιον εστίν ως αληθώς. Και τα παρόντα Μεγαλυνάρια.

Δεύτε ευφημίσωμεν οι Πιστοί, Ιωακείμ και Άνναν, τους Προπάτορας του Χριστού, τους εξ επαγγελίας και της φύσεως νόμοις, τεκόντας την Παρθένον και Θεομήτορα..

Σώσατε, Προπάτορες του Χριστού, τας εγκυμονούσας, και λυτρώσατε ταίς ευχαίς, υμών δυστοκίας και πάσης άλλης βλάβης, ως παρρησίαν έχοντες προς τον Κύριον.


Πρεσβεύσατε, Θεόληπτοι, τω Χριστώ, ρυσθήναι εκ νόσων, και παντοίων αμαρτιών, τους πίστει τιμώντας την σεπτήν υμών μνήμην, και δούναι ευτοκίαν πάσαις επίτευξιν


Και θεοτοκίον. (Πάσαι των Αγγέλων.)

Τρισάγιον. Και το τροπάριον.
Ήχος Β΄.
Των δικαίων Θεοπατόρων, Κύριε, την μνήμην εορτάζοντες, δι’ αυτών σε δυσωπούμεν. Σώσον τας ψυχάς ημών .

  δυάς ἡ ἁγία καί θεοτίμητος,* Ἰωακείμ καί ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς,* ἀνυμνείσθωσαν φαιδρῶς, ἀσμάτων κάλλεσιν•* οὗτοι γάρ ἔτεκον ἠμίν,* τήν τεκοῦσαν ὑπέρ νοῦν, τόν ἄσαρκον βροτωθέντα,* εἰς σωτηρίαν τοῦ κόσμου•* μεθ’ἤς πρεσβεύουσι σωθῆναι ἠμᾶς.

Ο Ιερεύς ως έθος μνημονεύει.
Εν τη Απολύσει, προσκυνούντες την αγίαν Εικόνα ψάλλομεν το παρόν
Προσόμοιον. Ήχος Β΄.(Ότε εκ του ξύλου σε νεκρόν…)

Δεύτε φιλοδίκαιοι πιστώς, δεύτε οι Ορθόδοξοι πάντες, συνεορτάσωμεν, την σεπτήν πανήγυριν, των Προπατόρων Χριστού, και συμφώνως υμνήσωμεν, αυτούς εκβοώντες∙ ρύσασθε, Θεόληπτοι, ημάς εκ θλίψεων, νόσων και πολλών εγκλημάτων , και λιταίς υμών ευτοκίαν, πάσαις ταίς επίτευξι δωρήσασθαι.
Δι'ευχών.....